Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.111 Joseph. AJ 5.115 (English) >>Joseph. AJ 5.119

5.113μάρτυς δʼ ἡμῖν τοῦ ἐπὶ τοιαύτῃ τὸν βωμὸν αἰτίᾳ κατασκευάσαι γένοιτο θεὸς ἀξιόχρεως, ὅθεν ἀμείνονα περὶ ἡμῶν ἔχοντες ὑπόληψιν μηδὲν καταγινώσκετε τούτων, ἐφʼ οἷς ἐξώλεις εἶναι δίκαιοι πάντες ὅσοι τοῦ Ἁβράμου γένους ὄντες νεωτέροις ἐπιχειροῦσιν ἔθεσι καὶ τοῦ συνήθους τρόπου παρηλλαγμένοις”. 5.114

Ταῦτα εἰπόντας ἐπαινέσας Φινεέσης παρῆν πρὸς Ἰησοῦν καὶ τὰ παρʼ αὐτῶν ἀνήγγειλε τῷ λαῷ. δὲ χαίρων, ὅτι μηδεμία στρατολογεῖν αὐτοὺς ἀνάγκη μέλλει μηδʼ εἰς ὅπλα καὶ πόλεμον ἐξαγαγεῖν κατὰ ἀνδρῶν συγγενῶν, χαριστηρίους ὑπὲρ τούτων τῷ θεῷ θυσίας ἐπιτελεῖ. καὶ διαλύσας μετὰ ταῦτα τὸ πλῆθος εἰς τὰς ἰδίας κληρουχίας Ἰησοῦς αὐτὸς ἐν Σικίμοις διῆγεν. 5.115ἔτει δʼ ὕστερον εἰκοστῷ ὑπέργηρως ὢν μεταπεμψάμενος τοὺς ἐπʼ ἀξιώματος μάλιστα τῶν πόλεων καὶ τὰς ἀρχὰς καὶ τὴν γερουσίαν καὶ τοῦ πλήθους ὅσον ἦν ἐφικτὸν αὐτῷ συναγαγών, ἐπεὶ παρῆσαν, τάς τε εὐεργεσίας τοῦ θεοῦ ἁπάσας ἀνεμίμνησκεν αὐτούς, πολλαὶ δὲ ἦσαν τοῖς ἐκ ταπεινοῦ σχήματος εἰς τοῦτο δόξης καὶ περιουσίας προελθοῦσι, 5.116φυλάττειν τε τὴν τοῦ θεοῦ προαίρεσιν οὕτως ἔχουσαν πρὸς αὐτοὺς παρεκάλει καὶ τῇ εὐσεβείᾳ, γε μόνῃ φίλον αὐτοῖς διαμένειν τὸ θεῖον· αὐτῷ γὰρ καλῶς ἔχειν ἀπιέναι μέλλοντι τοῦ ζῆν παραίνεσιν αὐτοῖς τοιαύτην καταλιπεῖν κἀκείνους ἠξίου διὰ μνήμης ποιήσασθαι τὴν παρακέλευσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.111 Joseph. AJ 5.115 (English) >>Joseph. AJ 5.119

Powered by PhiloLogic